Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.1 Dem. 6.6 (English) >>Dem. 6.9

6.4συμβαίνει δὴ πρᾶγμʼ ἀναγκαῖον, οἶμαι, καὶ ἴσως εἰκός· ἐν οἷς ἑκάτεροι διατρίβετε καὶ περὶ σπουδάζετε, ταῦτʼ ἄμεινον ἑκατέροις ἔχει, ἐκείνῳ μὲν αἱ πράξεις, ὑμῖν δʼ οἱ λόγοι. εἰ μὲν οὖν καὶ νῦν λέγειν δικαιότερʼ ὑμῖν ἐξαρκεῖ, ῥᾴδιον, καὶ πόνος οὐδεὶς πρόσεστι τῷ πράγματι· 6.5εἰ δʼ ὅπως τὰ παρόντʼ ἐπανορθωθήσεται δεῖ σκοπεῖν καὶ μὴ προελθόντʼ ἔτι πορρωτέρω λήσει πάνθʼ ἡμᾶς, μηδʼ ἐπιστήσεται μέγεθος δυνάμεως πρὸς ἣν οὐδʼ ἀντᾶραι δυνησόμεθα, οὐχ αὐτὸς τρόπος ὅσπερ πρότερον τοῦ βουλεύεσθαι, ἀλλὰ καὶ τοῖς λέγουσιν ἅπασι καὶ τοῖς ἀκούουσιν ὑμῖν τὰ βέλτιστα καὶ τὰ σώσοντα τῶν ῥᾴστων καὶ τῶν ἡδίστων προαιρετέον.

6.6πρῶτον μέν, εἴ τις, ἄνδρες Ἀθηναῖοι, θαρρεῖ, ὁρῶν ἡλίκος ἤδη καὶ ὅσων κύριός ἐστι Φίλιππος, καὶ μηδένʼ οἴεται κίνδυνον φέρειν τοῦτο τῇ πόλει μηδʼ ἐφʼ ὑμᾶς πάντα παρασκευάζεσθαι, θαυμάζω, καὶ δεηθῆναι πάντων ὁμοίως ὑμῶν βούλομαι τοὺς λογισμοὺς ἀκοῦσαί μου διὰ βραχέων, διʼ οὓς τἀναντίʼ ἐμοὶ παρέστηκε προσδοκᾶν καὶ διʼ ὧν ἐχθρὸν ἡγοῦμαι Φίλιππον· ἵνʼ, ἐὰν μὲν ἐγὼ δοκῶ βέλτιον προορᾶν, ἐμοὶ πεισθῆτε, ἂν δʼ οἱ θαρροῦντες καὶ πεπιστευκότες αὐτῷ, τούτοις προσθῆσθε. 6.7ἐγὼ τοίνυν, ἄνδρες Ἀθηναῖοι, λογίζομαι· τίνων Φίλιππος κύριος πρῶτον μετὰ τὴν εἰρήνην κατέστη; Πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων. τί οὖν; πῶς τούτοις ἐχρήσατο; Θηβαίοις συμφέρει καὶ οὐχ τῇ πόλει, πράττειν προείλετο. τί δήποτε; ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ πάνθʼ ὑφʼ αὑτῷ ποιήσασθαι τοὺς λογισμοὺς ἐξετάζων, καὶ οὐχὶ πρὸς εἰρήνην οὐδʼ ἡσυχίαν οὐδὲ δίκαιον οὐδέν,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 6.1 Dem. 6.6 (English) >>Dem. 6.9

Powered by PhiloLogic